επικοινωνία unnamed  321  290  267  dgd

banner11

Ο Προφήτης Δανιήλ

6616

Το ΙΒ΄  Κεφάλαιον του Προφήτη Δανιήλ

«Και εν τω καιρώ εκείνω αναστήσεται Μιχαήλ ο άρχων ο μέγας, ο εστηκώς επί τους υιούς του λαού σου· και έσται καιρός θλίψεως, θλίψις οία ου γέγονεν αφ’ ου γεγένηται έθνος εν τη γη έως του καιρούεκείνου· και εν τω καιρώ εκείνω σωθήσεται ο λαός σου, πας ογεγραμμένος εν τη βίβλω· 2 και πολλοί των καθευδόντων εν γης χώματι εξεγερθήσονται, ούτοι εις ζωήν αιώνιον και ούτοι εις ονειδισμόνκαι εις αισχύνην αιώνιον. 3 και οι συνιέντες εκλάμψουσιν ως ηλαμπρότης του στερεώματος και από των δικαίων των πολλών ως οιαστέρες εις τους αιώνας και έτι. 4 και συ, Δανιήλ, έμφραξον τους λόγους και σφράγισον το βιβλίον έως καιρού συντελείας, έωςδιδαχθώσι πολλοί και πληθυνθή η γνώσις.  5 Και είδον εγώ Δανιήλ καιιδού δύο έτεροι ειστήκεισαν, εις εντεύθεν του χείλους του ποταμού και εις εντεύθεν του χείλους του ποταμού. 6 και είπε τω ανδρί τωενδεδυμένω τα βαδδίν, ος ην επάνω του ύδατος του ποταμού· έωςπότε το πέρας ων είρηκας των θαυμασίων; 7 και ήκουσα του ανδρόςτου ενδεδυμένου τα βαδδίν, ος ην επάνω του ύδατος του ποταμού, καιύψωσε την δεξιάν αυτού και την αριστεράν αυτού εις τον ουρανόν καιώμοσεν εν τω ζώντι εις τον αιώνα, ότι εις καιρόν καιρών και ήμισυκαιρού· εν τω συντελεσθήναι διασκορπισμόν γνώσονται πάντα ταύτα. 8 και εγώ ήκουσα και ου συνήκα και είπα· Κυριε, τι τα έσχατα τούτων; 9 και είπε· δεύρο Δανιήλ, ότι εμπεφραγμένοι και εσφραγισμένοι οι λόγοι,έως καιρού πέρας· 10 εκλεγώσι και εκλευκανθώσι και πυρωθώσι καιαγιασθώσι πολλοί, και ανομήσωσιν άνομοι· και ου συνήσουσι πάντεςάνομοι, και οι νοήμονες συνήσουσι. 11 και από καιρού παραλλάξεως του ενδελεχισμού και του δοθήναι βδέλυγμα ερημώσεως ημέραι χίλιαι διακόσιαι ενενήκοντα. 12 μακάριος ο υπομένων και φθάσας εις ημέραςχιλίας τριακοσίας τριάκοντα πέντε. 13 και συ δεύρο και αναπαύου· έτιγαρ ημέραι και ώραι εις αναπλήρωσιν συντελείας, και αναστήση εις τον κλήρόν σου, εις συντέλειαν ημερών».

Γράφει η συνεργάτης μας Μαρία Αναγνωστοπούλου

ΓΩΝΙΑ ΜΙΚΡΩΝ ΦΙΛΩΝ

Πηγή: Ιερά Μητρόπολις Λεμεσού